Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 43.81 Dem. 43.84 (English) >>Dem. 44.1

43.83νομίζετε δὴ τὸν παῖδα τοῦτον, ἄνδρες δικασταί, ἱκετηρίαν ὑμῖν προκεῖσθαι ὑπὲρ τῶν τετελευτηκότων Ἁγνίου καὶ Εὐβουλίδου καὶ τῶν ἄλλων τῶν ἀπὸ τοῦ Ἁγνίου, καὶ ἱκετεύειν αὐτοὺς ὑμᾶς τοὺς δικαστάς, ὅπως μὴ ἐξερημωθήσεται αὐτῶν οἶκος ὑπὸ τῶν μιαρῶν τούτων θηρίων, οἵ εἰσιν ἐκ τοῦ Στρατίου οἴκου, ἐν δὲ τῷ Ἁγνίου οὐδεπώποτʼ ἐγένοντο· μηδʼ ἐπιτρέψητε τούτοις ἔχειν τὰ μὴ προσήκοντα, ἀλλʼ ἀποδοῦναι ἀναγκάσατε εἰς τὸν Ἁγνίου οἶκον τοῖς προσήκουσιν τοῖς Ἁγνίου. 43.84ἐγὼ μὲν οὖν ἐκείνοις τε βοηθῶ τοῖς τετελευτηκόσιν καὶ τοῖς νόμοις τοῖς περὶ τούτων κειμένοις, δέομαι δὲ καὶ ὑμῶν, ἄνδρες δικασταί, καὶ ἱκετεύω καὶ ἀντιβολῶ, μὴ περιίδητε μήτε τὸν παῖδα τουτονὶ ὑβρισθέντα ὑπὸ τούτων, μήτε τοὺς προγόνους τοὺς τούτου ἔτι μᾶλλον καταφρονουμένους νῦν καταπεφρόνηνται, ἐὰν διαπράξωνται οὗτοι βούλονται· ἀλλὰ τοῖς τε νόμοις βοηθεῖτε καὶ τῶν τετελευτηκότων ἐπιμελεῖσθε, ὅπως μὴ ἐξερημωθῇ αὐτῶν οἶκος. καὶ ταῦτα ποιοῦντες τά τε δίκαια ψηφιεῖσθε καὶ τὰ εὔορκα καὶ τὰ ὑμῖν αὐτοῖς συμφέροντα.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 43.81 Dem. 43.84 (English) >>Dem. 44.1

Powered by PhiloLogic